# Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 22.15-18

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, 22.15 to 22.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas-tacticus/text/22.15

Ἧι δʼ ἂν τῆς πόλεως εὐπρόσοδα καὶ εὐεπίθετα τοῖς πολεμίοις ᾖ, τῇδε φύλακας καθιστάναι τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐντιμοτάτους τε καὶ τῶν μεγίστων μετέχοντας τῇ πόλει· μάλιστα γὰρ ἂν αὐτοῖς προσήκοι μὴ πρὸς ἡδονὰς τραπέσθαι, ἀλλὰ μεμνημένους ἂν τὸν νοῦν προσέχειν. ἐν δὲ ταῖς πανδήμοις ἑορταῖς χρὴ τῶν κατὰ πόλιν φυλάκων ὅσοι ἐν σώμασι μάλιστα ὕποπτοι τοῖς αὑτῶν καὶ ἄπιστοι, ἀφίεσθαι ἀπὸ τῶν φυλακείων κατʼ οἰκίας ἑορτάζειν. καὶ ἅμα μὲν πολυωρεῖσθαι δόξουσιν, ἅμα δὲ οὐδὲν ἂν ἐπʼ αὐτοῖς εἴη πρᾶξαι. ἀντὶ δὲ τούτων ἄλλους εἰς τὰ φυλακεῖα καθιστάναι πιστοτέρως ἔχοντας· περὶ γὰρ τὰς ἑορτὰς καὶ τοὺς τοιούτους καιροὺς μάλιστα οἱ βουλόμενοί τι νεωτερίζειν ἐγχειροῦσιν. ὅσα δὲ πάθεα γέγονε περὶ τοὺς τοιούτους καιρούς, ἐν ἄλλοις δηλοῦται.

---

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, ed. William Abbott Oldfather. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0058.tlg001.local001/.
