Ancient Greek · ~2 min
Chapter 22
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 22.19
Not analysed yet
Μᾶλλον δὲ ἅμα τούτοις μηδὲ τὰς ἀναβάσεις ἐπὶ τὸ τεῖχος εὐπόρους εἶναι ἀλλὰ κλειστάς, ἵνα μηδενὶ ἐγγίγνηται προκαταλαμβάνειν τι τοῦ τείχους βουλομένῳ ἐνδοῦναι τοῖς πολεμίοις, ἀλλʼ ὦσιν οἱ φύλακες οὓς ἂν σὺ βούλῃ ἐξ ἀνάγκης ἐπὶ τοῦ τείχους διατελοῦντες καὶ μὴ καταβαίνοντες, ἄν τέ τινες ἔξωθεν τῆς πόλεως λάθωσιν ὑπερβάντες, μὴ ῥᾳδίως διὰ ταχέων καταβαίνωσιν ἀπὸ τοῦ τείχους εἰς τὴν πόλιν, ἐὰν μὴ θέλωσιν ἀφʼ ὑψηλῶν καταπηδῶντες κινδυνεύειν καὶ μήτε λαθεῖν μήτε φθάσαι. πρέποι δʼ ἂν τὸ παρασκεύασμα τοῦτο περὶ τὰς ἀναβάσεις καὶ ἐν τυράννου ἀκροπόλει.