Ancient Greek · ~3 min
23.7 to 23.10
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 23.7-10
Not analysed yet
πρᾶξις δὲ καὶ ἥδʼ ἐξοισθήσεται ἐξ ἀρχόντων. προετοιμάσαντες κατὰ τὴν χώραν θόρυβον γενέσθαι καὶ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν ἀγγελθῆναι κλωπῶν ἐπιβουλήν, δι’ ὅπερ ἔμελλον οἱ πολῖται σπεύσειν εἰς βοήθειαν, γενομένου δὲ τούτου οἵ τε ἄρχοντες καὶ οἱ συνεθέλοντες τοὺς πολίτας παρεκάλουν εἰς βοήθειαν. ἐπειδὴ δʼ ἠθροίσθη τὸ πλῆθος τῶν πολιτῶν πρὸς τὰς πύλας σὺν ὅπλοις, τοιόνδε ἐτεχνάσαντο. προεῖπον οἱ ἄρχοντες τοῖς ἠθροισμένοις ὅτι τρία μέρη αὐτοὺς γενομένους δεῖ ἐνεδρεῦσαι μικρὸν ἀπωτέρω τῆς πόλεως, παραγγείλαντες ἃ προσῆκεν πρὸς τὰ μέλλοντα, τοῖς δὲ ἀκούουσιν ἦν ἀνύποπτα. καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι πολεμίοις· αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες.