Ancient Greek · ~5 min
27.10 to 27.15
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 27.10-15
Not analysed yet
συμβάντος δὲ τούτου ὑπήκουσάν τε οἱ ἄνθρωποι καὶ εὐλαβούμενοι ἐπαύσαντο τῶν τε θορύβων καὶ τοῦ περιδεῶς ἐξανίστασθαι ἐκ τῶν κοιτῶν. ἐπαύθη δὲ καὶ τοιῷδε τρόπῳ. στρατοπέδῳ θορυβουμένῳ νυκτὸς κηρύξας σιγὴν ὁ κήρυξ ἀνήγγειλεν τὸν μηνύσαντα τὸν ἀφέντα τὸν ἵππον δι’ ὃν ἦν τὸ θορυβηθῆναι δῶρον ἀργυρίου λήψεσθαι. χρὴ δ̓, ἄν τι τοιοῦτον ἐν ταῖς νυξὶ πάσχῃ στράτευμα, καθʼ ἑκάστην φυλακὴν καθεστάναι ἑκάστου λόχου ἢ τάξεως ἐπὶ τοῖς κέρασι καὶ τοῖς μέσοις ἄνδρας οἳ προσέξουσιν ὅπως ἐάν τινα αἰσθάνωνται ἐκ τοῦ ὕπνου ἢ ἄλλως ἐρχόμενον θόρυβον, εὐθὺ ὁ παρὼν καθέξει καὶ κωλύσει αὐτίκα. τοῦ δὲ ἄλλου πλήθους ἀπὸ συσσιτίου ἑκάστου ἄνδρα παραφυλάσσειν, ὅπως, ἐάν τις φόβος γένηται, οὗτοι δὴ εἰδότες τοὺς ματαίους φόβους καταπαύσωσι τοὺς παρʼ αὑτῷ ἕκαστος. Αὐτὸν δὲ θορυβεῖν νυκτὸς τὸ τῶν ἐναντίων στράτευμα δαμάλεις τὰς ἀγελαίας μετὰ κωδώνων ἀφιέντα εἰς τὸ στρατόπεδον καὶ ἄλλα ὑποζύγια, οἶνον ποτίσαντα. Γενομένης δὲ ἡμέρας χρὴ τοὺς φύλακας μὴ εὐθὺ ἀφιέναι ἐκ τῶν φυλακείων πρὶν ἢ τὰ ἔξω προερευνηθέντα ἐμφανισθῇ καὶ καθαρὰ εἶναι πολεμίων· καὶ οὕτω ἀπιέναι τοὺς ἀπὸ τῶν φυλακῶν μὴ ἅμα πάντας ἀλλὰ κατὰ μέρη, ὅπως ἀεί τινες ἐπὶ τοῖς φυλακείοις διατελῶσιν.