Ancient Greek · ~3 min
29.1 to 29.5
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 29.1-5
Not analysed yet
Περὶ δὲ τῶν εἰσκομιζομένων εἰς τὴν πόλιν ἀγγείων τε καὶ φορημάτων, ἐν οἷς ἄν τι κρυφαῖον ἐνείη, οἷς ἤδη πόλις καὶ ἡ ἀκρόπολις κατελήφθη, νῦν δηλωθήσεται. ἅπερ εὐλαβεῖσθαι δεῖ καὶ μὴ ἀφροντίστως αὐτῶν ἔχειν, καὶ μάλιστα τὸν πυλωρὸν ἔν τισι καιροῖς, ὅταν ἔξωθέν τι ἢ ἔσωθεν φοβερὸν ᾖ. ἔστιν δέ οἱ προσεκτέον εἰσκομιζομένοις. ἐξοίσω δὲ καὶ παραδείγματος ἕνεκεν ἐπὶ πράξει γεγενημένα. κατελήφθη γὰρ πόλις, ἔσωθέν τινων συνθελόντων, ἐν ἑορτῇ πανδήμῳ τρόπῳ τοιῷδε. πρῶτον μὲν τοῖς προενδημήσασι ξένοις ἐπὶ τὸ μέλλον καὶ πολιτῶν τοῖς ἀνόπλοις τε καὶ συνεργοῖς ἐσομένοις εἰσεκομίσθησαν θώρακες λίνεοι καὶ στολίδια καὶ περικεφαλαῖα ὅπλα κνημίδες μάχαιραι τόξα τοξεύματα ἐν κιβωτοῖς ὡς φορταγωγοῖς κατεσκευασμένα, ὡς ἱματίων ἐνόντων καὶ ἄλλων ἀγωγίμων· ἅπερ οἱ ἐλλιμενισταὶ ἀνοίξαντες καὶ ἰδόντες ὡς ἱμάτια μόνον κατεσημήναντο, μέχρι τιμήσονται οἱ εἰσαγαγόντες.