# Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 29.9-11

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, 29.9 to 29.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas-tacticus/text/29.9

ἅμα δὲ ταῦτα καὶ οὐ πόρρω ὄντα ἀλλήλων ἐπορσύνετο ἀπὸ σημείου τοῦ ἐν τῇ πόλει καὶ ὡς φάλαγξι γενομένου. ὁπλισθέντες δʼ ἕκαστοι τοῖς προσήκουσιν ὅπλοις οἱ μέν τινες αὐτῶν ἐπὶ πύργους ὥρμησαν καταλαβεῖν καὶ πύλας, καθʼ ἃς καὶ τοὺς ἄλλους προσεδέχοντο, οἱ δὲ ἐπὶ τὰ ἀρχεῖα καὶ τὰς ἐναντίας οἰκίας, οἱ δέ, ἄλλοι ἄλλων τόπων εἴχοντο. Εἰς δὲ ὁμοίας πράξεις τῶν εἰρημένων δεόμενοί τινες ἀσπίδων ἐπεὶ οὐδενὶ ἄλλῳ τρόπῳ ἐδύναντο ἑτοιμάσασθαι οὐδὲ εἰσαγαγέσθαι, πλῆθος οἰσυῶν καὶ ἐργάτας ἅμα τούτων εἰσηγάγοντο.

---

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, ed. William Abbott Oldfather. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0058.tlg001.local001/.
