Ancient Greek
Chapter 31
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 31.8
Not analysed yet
ἐκομίσθη δὲ ἐπιστολὴ περὶ προδοσίας εἰς στρατόπεδον ἀντικαθημένων πολεμίων ὑπὸ τοῦ προδιδόντος ὧδε. τῶν ἐξιόντων ἱππέων ἐκ τῆς πόλεως εἰς προνομὴν τῶν πολεμίων ἑνὶ ἐγκατερράφη ὑπὸ τὰ πτερύγια τοῦ θώρακος βιβλίον· ᾧ ἐντέταλτο, ἐάν τις ἐπιφάνεια τῶν πολεμίων γένηται, πεσεῖν ἀπὸ τοῦ ἵππου ὡς ἄκοντα καὶ ζωγρηθῆναι. καὶ γενομένου δʼ ἐν τῷ στρατοπέδῳ ἀποδοθῆναι τὸ βυβλίον ᾧ ἔδει. ὑπηρέτησεν δʼ ὁ ἱππεὺς ἀδελφὸς ἀδελφῷ.