# Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 32.9-12

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, 32.9 to 32.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas-tacticus/text/32.9

προκαλύπτειν δὲ ἅμα τούτοις καὶ πυκνὰ παραπετάσματα ἢ ἱστία, ἐρύματα τῶν εἰσαφιεμένων βελῶν, ἅπερ σχήσει τε τὰ ὑπερπίπτοντα τῶν βελῶν, καὶ ῥᾳδίως συλλεγήσεται, χαμαιπετὲς δὲ μηδὲν ἔσται. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ᾗ ἂν ἄλλῃ τοῦ τείχους ὑπερπετῆ γιγνόμενα τὰ βέλη τοὺς ὑπηρετοῦντάς τε καὶ τοὺς διαπορευομένους βλάπτῃ καὶ τιτρώσκῃ. ᾗ δὲ ἂν τοῦ τείχους χελώνη προσαχθεῖσα δύνηταί τι τοῦ τείχους διορύξαι ἢ καταβαλεῖν, ταύτῃ χρὴ ἀντιοῦσθαι παρεσκευασμένον. πρὸς μὲν τὸ διόρυγμα πῦρ ποιεῖν πολύ, πρὸς δὲ τὸ πέσημα τοῦ τείχους τάφρον ἔσωθεν ὀρύσσειν, ἵνα μὴ εἰσέλθωσιν· καὶ ἅμα ἀνταείρειν τειχίον τειχίζοντα πρότερον ἢ πεσεῖν τὸ τεῖχος, ᾗ διορύσσεται, ἂν μὴ ἄλλως δύνῃ κωλύειν.

---

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, ed. William Abbott Oldfather. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0058.tlg001.local001/.
