Ancient Greek · ~2 min
Chapter 36
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 36.2
Not analysed yet
ἐὰν δὲ ἀρτία ᾖ τῷ τείχει ἡ κλῖμαξ, τὴν μὲν κλίμακα οὐχ οἷόν τε ἀπωθεῖν, τὰ δὲ ὑπερβαίνοντα χρὴ ἀπῶσαι. ἐὰν δὲ ταῦτα μὲν ἀδύνατα δοκῇ εἶναι, πεποιῆσθαι χρὴ οἷον θύραν ἐκ σανίδων, ἔπειτʼ ἐπὰν προσφέρηται ἡ κλῖμαξ, προϋποτιθέναι τῇ κλίμακι τῇ προσφερομένῃ· ὅταν δὲ προσίῃ ἡ κλῖμαξ πρὸς τὴν θύραν, ἐξ ἀνάγκης ὑπαχθείσης τῆς θύρας ἡ κλῖμαξ πίπτει, σπονδύλου προϋποτιθεμένου, οὐδὲ προσσταθῆναι δυνήσεται.