# Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 39.3-6

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, 39.3 to 39.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas-tacticus/text/39.3

ἐὰν δὲ πλείονες τῶν πολεμίων ἐπεισφέρωνται καὶ βούλῃ αὐτοὺς κατέχειν, χρὴ ἡτοιμάσθαι ἄνωθεν ἀπὸ τοῦ μεσοπύλου πύλην ξύλων ὡς παχυτάτων καὶ σεσιδηρῶσθαι αὐτήν. ὅταν οὖν βούλῃ ἀπολαβεῖν τοὺς εἰστρέχοντας πολεμίους, ταύτην ἀφιέναι ὀρθήν· καὶ αὐτή τέ τινας ἡ πύλη φερομένη διαφθερεῖ καὶ τοὺς πολεμίους σχήσει μὴ εἰσιέναι, ἅμα δὲ καὶ τῶν ἐπὶ τῷ τείχει βαλλόντων τοὺς πρὸς ταῖς πύλαις πολεμίους. χρὴ δὲ τοῖς φίλοις ἀεὶ προειρῆσθαι, ἐάν ποτε αὐτοῖς πολέμιοι συνεισπίπτωσιν, ὅπῃ τῆς πόλεως συναθροισθήσονται, ὅπως τῷ τόπῳ οἱ φίλοι διαγιγνώσκωνται· οὐ γὰρ ῥᾴδιον μιγάδας τε ὄντας μεθʼ ὅπλων καὶ μετὰ θορύβων συνεισπίπτοντας διαγιγνώσκεσθαι. ἤδη δὲ τοῖς θρασυνομένοις τε λίαν καὶ προσπελάζουσι τῷ τείχει ἐγγυτέρω τοῦ προσήκοντος νυκτὸς ἢ μεθʼ ἡμέραν, βρόχους ἡμέρας μὲν κρυφαίως κατεσκεύασαν νυκτὸς δὲ ἀκρύπτους, οἷς προκαλούμενοι ἀκροβολισμοῖς τὸν εἰσπεσόντα ἀνασπάσουσιν.

---

Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν, ed. William Abbott Oldfather. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0058.tlg001.local001/.
