# Epistulae 118.1

Aeneas, Epistulae, 118.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas/epistulae/118.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeneas/epistulae/118.1

ΑΙΝΕΙΟΥ ΤΟΥ ΣΟΦΙΣΤΟΥ ΕΠΙΣΤΟΛΑΙ. α'. Ἰωάννη. Εἰ σὸν ἐτύγχανε τὸ βιβλίον, ἤρων δέ, παρ' ἐμοῦ δικαίως ἂν ἦν· τοιούτων ἡ φιλία. νῦν δὲ δεσπότης ἐγώ, σὺ δ' οὐ δίδως. ἀλλὰ μὴ πρὸς φίλιον Διός, μὴ γὰρ μοι τοῦτο ὅτι βιβλίον· ἐμοὶ γὰρ οὐσία τοῦτο, καὶ μοι τῶν Κροίσου κτημάτων σεμνότερον εἶναι τὸ κτῆμα δοκεῖ. ἄλλος μὲν γὰρ σμινύης ἔρα, ἑτέρῳ πρὸς κύνας ὁ ἔρως, ἄλλῳ τόξον ἐν ἡδονῇ, τῷ δὲ ἵππος τὰ παιδικά, ἐμοὶ δὲ βιβλία καὶ λόγοι. ἀλλ' ὁ μᾶλλον τῶν ἄλλων τὸν κεκτημένον χαίρειν ποιεῖ, τοῦτο μᾶλλον τῶν ἄλλων τὸν ἀρρημένον λυπεῖ. εἰ μὲν οὖν ἀποδώσεις, πείσομαί σου τῇ διανοίᾳ τὸ βιβλίον ἐγγεγράφθαι· εἰ δὲ μή, δόξεις οὐ τῶν γεγραμμένων ἐπιθυμεῖν ἀλλὰ τοῦ βιβλίου κεκτηθῆναι δοκεῖν. ἀλλὰ τί ταῦτά φημι; οὐχ ὅθεν πολλάκις εὐφράνθην, ἐντεῦθεν ἀνιάσομαι.

---

Aeneas, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000111.
