# Epistulae 123.4

Aeneas, Epistulae, 123.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas/epistulae/123.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeneas/epistulae/123.4

ιθ' Γεσσίων ἰατροσοφιστῇ. Ἐμὸς Προκόπιος. γενέσθω δὲ σὸς Ἑλπιδίου παῖς,ὃν ἠθουλόμην ἐτι ζῆν, δι' ὃν ἠκμασε παρ' ἡμῖν ἰα-τρική. ἀλλὰ γὰρ χαλεπὸν περὶ τοὺς λόγους φιλοσο-φεῖν καὶ τὸ σῶμα χαλὸν διασῴζειν. οἷα γοῦνπέπονθα ἐγὼ μὲν ὑπέγραψον, ὑμεῖς δὲ ὡςπερθεαταὶ τοῦ πάθους γεγόνατε. ἀλλὰ τί δράσω; βαρεῖαιμὲν αἱ τῶν νεφρῶν ὀδύναι καὶ ὀξεῖαι, ὑμεῖς δὲ βραδεῖςὡς εἴκε χάριν διδόναι. ἡ πόσον χρόνον ἐπιστελ-λομεν; τῷ δὲ κάμνοντι καὶ ἡμέρα μία πολλῶν ἐτῶνπερίοδος. ἡ οὐ φιλοσοφοῦντι τὸ πάθος βαρύτατον;οὐχ ἡ τέχνη παρὰ σοί, οὐχ ἕτοιμος ἡ τοῦ φαρμάκουκατασκευή; τί οὖν ἐμποδών, πλὴν εἰ μὴ τῆς εὐνοίαςἐπιλέλησαι, εἰγε ἀμείνον ἀγνοίας μᾶλλον ἢ κακίαςκρίνεσθαι; χαλεπαίνει γοῦν ὁ δικαστής. οὐ πρὸςἀγνοοῦντα ἀλλὰ πρὸς θελοκακοῦντα. ἀλλ' ὡς τῆς τῶνφιλατάτων προδοσίας. ἐτι μὲν ἡ νόσος παρ' ἐμοί,ἐτι δὲ τὸ φάρμακον παρὰ σοί, ἀλλὰ μεταξὺ λόγου τῷπύθῃ πηπτόμενον.

---

Aeneas, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000111.
