# Epistulae 125.3

Aeneas, Epistulae, 125.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeneas/epistulae/125.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeneas/epistulae/125.3

κδ'. Μαρκιανῷ. Φιλεῖν ἐκέλευες, ἐγὼ δὲ καὶ αἰτεῖν ἄρχομαι. ἡδίκηται γὰρ ᾧ δεδώκαμεν τὴν ἐπιστολὴν. κατέβαινεν ἐπὶ φοινίκων ὄνην φέρων χρυσίον τὴν τῶν φοινίκων τιμὴν· ἀλλ' ὡ τῆς τύχης, οὐδὲ πενίαν ἄνευ κινδύνου ἔστιν ἀμύνεσθαι. ὁ μὲν γὰρ ἤλαυνεν ἀγαλαῖς ἐλπίσιν ἐποχούμενος, τῶν δὲ φιλίαν ὑποκρινομένων βαρβάρων οἱ λῃστρικώτατοι προσπεσόντες παίουσί τε καὶ στρεβλοῦσι καὶ γυμνὸν τὸ ξίφος ἐπανατείναντες ἀποσφάττειν ὅπως ἠπελοῦν, τέλος δὲ τὸ χρυσίον λαβόντες ἐκέλευον χάριν εἰδέναι ὅτι τὴν τύχην οὐ τὸν βίον μετήλλαξε. Δίκη δ' ὑπόπτερος οὖσα τῶν ἡδικηκόντων ἐνίους συλλαμβάνει. ἤκουσεν ὁ στρατηγός. ἐχάλειπαινε μισῶν ἀεὶ τοὺς κλέπτας· μᾶλλον ἢ τοὺς φανερῶς πολεμοῦνς, καὶ μᾶλα γε εἰκότως· τοὺς μὲν γὰρ ἔστι πρὸρῴθεν φυλάττεσθαι, οἱ δὲ τοῖς φίλοις ἐξ ἀφανοῦς ἐπιτίθενται. καὶ προσέταττεν ἐπανορθοῦσθαι τοῦ πένθους τὴν ἀπορίαν καὶ ἀναλαμβάνειν ὅσων ἀφῃρήται. ὁ μὲν προσέταττεν ὁ στρατηγός, ὁ δ' ἀπορῶς ἐπὶ τὴν πενίαν ὁδύρεται. ἀλλὰ στήσατε τοῖς μὲν τὴν λῃστείαν, τῷ δὲ τὴν ἀπορίαν. προσαθμέγομαι τὸν μεγαλοπρεπέστατον καὶ θεοφιλέστατον στρατηγόν.

---

Aeneas, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000111.
