# Ἐπιστολαί 10.8

Aeschines, Ἐπιστολαί, Epistle 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-2/10.8

καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφʼ οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὗ ἔχειν· ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαῖ λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. οὐκ ἄρʼ ἀπορεῖ γε ἡττώμενος προφάσεως.

---

Aeschines [Sp.], Ἐπιστολαί, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg004.local001/.
