# Ἐπιστολαί 11.11-12

Aeschines, Ἐπιστολαί, 11.11 to 11.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-2/11.11

ἄξιον δὲ καὶ ἄ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθʼ ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἂ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκοντας δεῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους, ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλουμένῃ, κράτιστόν ἐστιν. δεῖ δὲ οὐ τοῦτο σκοπεῖν, εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων· ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα· ἀλλʼ εἰ βουλομένοις πολεμεῖν καὶ ὁμοκἂν νοεῖν, ὡς ἴσμεν ἄπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. ἕως δʼ ἂν μήτε στρατιάς, ἄς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε.

---

Aeschines [Sp.], Ἐπιστολαί, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg004.local001/.
