# Ἐπιστολαί 11.13

Aeschines, Ἐπιστολαί, Epistle 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-2/11.13

ἀλλʼ ἐκεῖνον μέν, ὥσπερ ἥν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὥν, κατελύσατε εἰκότως· τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δʼ ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες. οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο οὐδέν, ὅπως μὴ χεῖρον ἔξει, φροντιστέον.

---

Aeschines [Sp.], Ἐπιστολαί, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg004.local001/.
