Ancient Greek · ~2 min
11.5 to 11.6
Aeschines, Ἐπιστολαί 11.5-6
Not analysed yet
ὑμεῖς δὲ μετὰ τοῦ δοκεῖν ἀργοὶ γεγονέναι δύνασθαι τῶν Ἐλλήνων ἄρχειν νομίζεσθαι θέλετε μᾶλλον, ἢ μετὰ τοῦ μένειν ὑμῶν τὰς προθυμίας ἐνδεῖσθαι τῆς δυνάμεως. πυνθάνομαι γὰρ τελευτήσαντος Ἀλεξάνδρου προτρέπειν τινὰς ὑμᾶς καινοτέρων ἄπτεσθαι πραγμάτων· ἐγὼ δʼ ἐβουλόμην ἂν ταὐτὰ συμβουλεύειν ὑμῖν μετὰ τοῦ ταῦτα συμφέρειν. οὐ γὰρ ἠγνόουν μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, ὅτι λαμπρόν ἐστιν τὸ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δὲ `´Ελληνας ἐλευθεροῦν, καὶ ταῦτά γε καὶ τοὺς πατέρας ἡμῶν προελομένους· ἀλλʼ εἰς μὲν τὸ βούλεσθαι τὰ κράτιστα τὴν γνώμην οὗσαν ἱκανήν, εἰς δὲ τὸ δύνασθαι καὶ τύχης ἀγαθῆς ὑμᾶς δεομένους.