Ancient Greek · ~3 min
11.8 to 11.9
Aeschines, Ἐπιστολαί 11.8-9
Not analysed yet
αὐτοὶ γὰρ εἰδήσομεν ἄ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ήγωνίζοντο οἷ θεοί· ἐπεὶ πύθεσθε αὐτῶν, τί ἔν τη περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὥνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη. ἀλλʼ εἰ πρὸς Ἀντίπατρον, ἢ ὅστις ἄλλος Μακεδόνων βασιλεύς, ἴκανοί ἐσμεν ἀγωνίσασθαι, τοῦτο χρὴ σκοβούλεσθαι πεῖν· κἂν ἱκανοὶ ὧμεν, ἀγαθῇ τύχῃ ἀναλαβόντες τὰ ὅπλα εὐθέως ἐλευθερῶμεν τοὺς Ἕλληνας. εἰ δὲ τούτου μὲν ὀλιγωρήσομεν, κολακευόμενοι δὲ ἡσθησόμεθα, πῶς οὐ μετὰ τοῦ δοκεῖν ἑαυτοῖς αἴτιοι γεγονέναι τῶν συμφορῶν, ὅ μόνον οὐδὲ παραμυθίαν ἔχει τοῖς κακῶς πράττουσιν, ἀτυχήσομεν;