Ancient Greek · ~5 min
12.1 to 12.5
Aeschines, Ἐπιστολαί 12.1-5
Not analysed yet
AΙΣΧΙΝΗΣ ΑΘΗΝΑΙΩΝ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ. Κγὼ προσῆλθον τῷ πολιτεύεσθαι γεγονὼς ἔτη τρία καὶ τριάκοντα, μὰ Δίʼ οὐ τριταγωνιστεῖν μαθών, ὡς Δημοσθένης ἔλεγεν, ἀλλὰ καὶ τραφεὶς ἐλευθερίως, καὶ παιδείας φροντίσας τὰ μέτρια, καὶ λόγων οἵους λέγειν ἐν Ἀθήναις ἔπρεπε. καὶ τούτους οὐκ εἰς συκοφαντίανʼ γυμνάσας, οὐδά τινι τῶν πολιτῶν δίκην δικασάμενος εὑρεθήσομαι λαβὼν ἀργύριον, οὐδὲ ὕβρεις ἀποδόμενος,| ἀλλʼ οὐδὲ ὑβρισθεὶς ὅλως οὐδὲ ἀφορμὴν προπηλακισμοῦ παρασχών, οὐδὲ εἰς δίκην τινὰ τῶν πολιτῶν καταστύσας, ἔξω Τιμάρχου μόνου. καὶ οὐκ ἀλαζονεύομαι πρὸς ὑμᾶς, ὡς πολλὰ πάνυ λαβεῖν ἐξόν μοι χρήματα μὴ λαβών, ἀλλʼ ὡς ἥν προσῆκον, δίκην κατὰ τοὺς νόμους λαβών. καὶ μετὰ ταῦτα πάλιν Κτησιφῶντα, πολλὰʼ μὲν ὑπʼ αὐτοῦ παθών, πολλὰ δὲ ὑπὸ Δημοσθένους, παρανόμων ἐγραψάμην, δικαιοτάτην ὥ θεοὶ γραφήν. καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ τῶν νόμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν λόγων ἡ Δημοσθένους δεινότης κρείττων ἐγένετο. ἐφάνη δὲ ἰσως ἐφʼ οἷς κατηγορήθην πρότερον ὑπὸ Δημοσθένους, πολὺ μείζοσι δηλονότι τούτων οὗσι, διʼ ἄ νῦν ἐξέπεσον, οὐ μικρὸν δεῖγμα τοῦτο τοῦ καλῶς πολιτεύεσθαι νομίζεσθαι, ὅτι οὐδὲ Δημοσθένους κατηγοροῦντος ἑάλων. μετὰ δὲ ταύτην τὴν συμφορὰν καὶ τελέως καταφανῆ πᾶσι τοῖς Ἐλλησιν, οὐχ ὅπως μόνοις ὑμῖν, ἐμαυτὸν οἴομαι γεγονέναι. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀποθανόντες οἱ ἄνθρωποι καὶ φεύγοντες ἐκ τῶν πατρίδων, τότε δὴ καὶ μάλιστα, ὁποῖοί τινες ἐγένοντο τοὑς τρόπους, διαδείκνυνται;