# Ἐπιστολαί 12.12

Aeschines, Ἐπιστολαί, Epistle 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-2/12.12

ἢ τρίτον ἔχουσα καὶ ἑβδομηκοστὸν ἔτος ἔπλευσε σύν ἐμοὶ μεθέξουσα τῆς διʼ ὑμᾶς μοι συμφορᾶς γενομένης, καὶ μετὰ γυναικός, ἢ συνεξέπεσέ μοι κωλύοντος αὐτὴν τοῦ πατρὸς καὶ μένειν ἴσως ἀναγκαζόντων τῶν νόμων, τὸν τρόπον τῆς πόλεως μᾶλλον ἢ τοὺς νόμους ἐπισταμένη, καὶ μετὰ τριῶν παίδων οὐδέπω καὶ νῦν τῆς ἑαυτῶν συμφορᾶς ἐπαισθομένων, οὐδὲ ὁποίαν μὲν αὐτοῖς ὁ θεὸς δέδωκε γιγνομένοις πατρίδα τὴν Ἀθηναίων πόλιν, ὁποίαν δʼ εὐθέως γενομένων ἀφῇρηται πάλιν.

---

Aeschines [Sp.], Ἐπιστολαί, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg004.local001/.
