Ancient Greek · ~2 min
12.13 to 12.14
Aeschines, Ἐπιστολαί 12.13-14
Not analysed yet
καὶ ἕτεροι μέν, ὡς ἔοικε, τοὺς ἑαυτῶν παῖδας, τοὺς ἢ ἐν Βοιωτίᾳ γενηθέντας ἢ ἐν Αἴτωλιᾳ, πρὸς ὑμᾶς πέμπουσι τῆς αὐτόθι παιδείας μεθέξοντας· οἷς δὲ ταῦτα παρὰ τῆς φύσεως ὑπῆρξεν, οὐ δημοποιήτου πατρὸς οὗσιν οὐδʼ ἐπʼ αἰτίαις αἰσχραῖς ἑαλωκότος, φεύγουσιν ἔτι νήπιοι, καὶ τρέφονται πένητες ἐν ἐρημίᾳ τε καὶ φυγῇ πατρῴᾳ. καὶ περὶ μὲν τῶν Αυκούργου παίδων Δημοσθένης ὑμῖν ἐπιστέλλει, καὶ δεῖται καλῶς ποιῶν χαρίσασθαι τὸ πατρῷον αὐτοῖς ὄφλημα, καὶ ὑμεῖς οὐδὲν ἄλλʼ ἤ Ἀθηναίων ἔργον, ἐλεήσαντες αὐτοὺς καὶ χαρισάο μένοι, ἐποιήσατε· καὶ γὰρ ὀργίζεσθαι ῥᾳδίως ὑμῖν ἔθος ἐστὶν καὶ χαρίζεσθαι πάλιν·