# Ἐπιστολαί 12.15

Aeschines, Ἐπιστολαί, Epistle 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-2/12.15

ἐγὼ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ παίδων οὐκ ἂν ὑμᾶς πείσαιμι δεόμενος, ὡς μή μοι μὴ μόνον ἐν ὀρφανίᾳ τραφῶσιν, ἀλλʼ ὀρφανοί θʼ ἄμα καὶ φυγάδες ὄντες, οὔτε ἀδικήσαντες παῖδες ὄντες, ἀλλʼ οὐδὲ ἄλλως ἑαλωκότες, τὰ μέντοι τῶν ἑαλωκότων πάντα πεπονθότες; εἶτα τελευτήσαντος ἄν ἀναμνησθεῖτέ μου, καὶ χαρίσαισθε τὰς δεήσεις, νῦν οὐ προσέχοντες ἡμῖν; ἀλλὰ καὶ πράξατε. ἄνδρες Ἀθηναῖοι, καὶ πείσθητε, τὰ συνήθη τε αὐτοῖς καὶ μέτρια ποιοῦντες.

---

Aeschines [Sp.], Ἐπιστολαί, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg004.local001/.
