Ancient Greek · ~2 min
12.16 to 12.17
Aeschines, Ἐπιστολαί 12.16-17
Not analysed yet
οὐ γὰρ ἂν δὴ τῶν τρόπων ἀποσταίητε καὶ καταλύσαιτε τὴν τῆς πόλεως δόξαν, ἢν ἐπὶ χρηστότητι μείζω καὶ φιλανθρωπίᾳ διὰ παντὸς ἔσχεν ἢ ταῖς ἄλλαις ἀρεταῖς πάσαις ἡ πόλις. οὐδʼ ἂν Μελάνωπος ἰσχύσειε πλέον κωλύων ὑμᾶς μιμεῖσθαι τὴν ἑαυτῶν χρηστότητα καὶ φιλανθρωπίαν, ἢ παρακαλῶν —οὐκ Αἰσχίνης, οὐδαμῶς μὰ τοὺς θεούς· οὐ γὰρ αὐτάρκης οὐδʼ εὐτυχὴς πείθειν ἔγωγε τὴν πατρίδα τὴν ἐμήν, καὶ μάλιστα νῦν, ἐμαυτοῦ χάριν πείθειν δοκῶν· ἀλλʼ ὁ τῆς πόλεως τρόπος καὶ τὸ πάλαι ὑμῶν ὄνομα καὶ τὸ τῶν προγόνων ἡθος, οἶς ἀναγκαιότερον δήπουθεν ἢ Μελανώπῳ καθʼ ἡμῶν δεομένῳ προσέχειν.