Ancient Greek · ~3 min
5.3 to 5.4
Aeschines, Ἐπιστολαί 5.3-4
Not analysed yet
ταῦτά θʼ ἡμῖν ἔπεμψε, καὶ πυρῶν μεδίμνους, ὅσοις ἐγὼ μεδίμνοις οὐκ ὅπως ἐμαυτόν, ἀλλὰ καὶ πάντας Κοθωκίδας διαρκεῖν ἂν ἐδυνάμην· καὶ πολλὰ δὲ ἄλλα πρὸς τούτοις, ἄ γράφειν αἰσχύνομαι, ἵνα μή τινα δηλοῦν ἐμὴν μικρολογίαν δόξω. τὸ μὲν γὰρ τὰ μικρὰ πάνυ ὑπερασπάζεσθαι μικρολογίας τινὸς εἶναί φημι καὶ ἀπειροκαλίας, φιλοφρονημάτων δὲ καὶ μικρῶν πάνυ ἔγωγε ἡττᾶσθαι ὁμολογῶ. παρέχει δὲ ἡμῖν καὶ ἄλλα καλλίω, συῶν τε ἀγρίων καὶ δορκάδων τῶν πέραθεν ἀπολαύσματα. ἔτι δὲ καὶ αὐτὸς ἡμῖν σύνεστιν ὁσημέραι, καὶ μεταδίδωσι τῆς αὐτοῦ σοφίας, ἢ σοφωτέρα ἢ καθʼ ἡμᾶς ἐστιν. ἂ γὰρ ἐγὼ παθὼν ἐδιδάχθην, ταῦτα πρὶν παθεῖν φυλάττεται, σοφίᾳ καὶ οὐχ ὥσπερ οἱ ἄφρονες πείρᾳ διδασκόμενος·