# Κατά Κτησιφώντος 118

Aeschines, Κατά Κτησιφώντος, Section 118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-3/118

ἅμα δὲ ἐμέμνητο τῆς τῶν Θωκέων, συμμαχίας, ἣν ὁ Κρωβύλος ἐκεῖνος ἔγραψε, καὶ ἄλλα πολλὰ καὶ δυσχερῆ κατὰ τῆς πόλεως διεξῄει, ἃ ἐγὼ οὔτε τότʼ ἐκαρτέρουν ἁκούων, οὔτε νῦν ἡδέως μέμνημαι αὐτῶν. ἀκούσας δὲ οὕτω παρωξύνθην, ὡς οὐδεπώποτʼ ἐν τῷ ἐμαυτοῦ βίῳ. καὶ τοὺς μὲν ἄλλους λόγους ὑπερβήσομαι· ἐπῄει δʼ οὖν μοι ἐπὶ τὴν γνώμην μνησθῆναι τῆς τῶν Ἀμφισσέων περὶ τὴν γῆν τὴν ἱερὰν ἀσεβείας, καὶ αὐτόθεν ἑστηκὼς ἐδείκνυον τοῖς Ἀμφικτύοσιν· ὑπόκειται γὰρ τὸ Κιρραῖον πεδίον τῷ ἱερῷ καὶ ἔστιν εὐσύνοπτον.

---

Aeschines, Κατά Κτησιφώντος, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg003.local001/.
