# Κατά Κτησιφώντος 132

Aeschines, Κατά Κτησιφώντος, Section 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-3/132

τοιγάρτοι τί τῶν ἀνελπίστων καὶ ἀπροσδοκήτων ἐφʼ ἡμῶν οὐ γέγονεν; οὐ γὰρ βίον γε ἡμεῖς ἀνθρώπινον βεβιώκαμεν, ἀλλʼ εἰς παραδοξολογίαν τοῖς μεθʼ ἡμᾶς ἔφυμεν. οὐχ ὁ μὲν τῶν Περσῶν βασιλεύς, ὁ τὸν Ἄθω διορύξας, ὁ τὸν Ἑλλήσποντον ζεύξας, ὁ γῆν καὶ ὕδωρ τοὺς Ἕλληνας αἰτῶν, ὁ τολμῶν ἐν ταῖς ἐπιστολαῖς γράφειν, ὅτι δεσπότης ἐστὶν ἁπάντων ἀνθρώπων ἀφʼ ἡλίου ἀνιόντος μέχρι δυομένου, νῦν οὐ περὶ τοῦ κύριος ἑτέρων εἶναι διαγωνίζεται, ἀλλʼ ἤδη περὶ τῆς τοῦ σώματος σωτηρίας; καὶ τοὺς αὐτοὺς ὁρῶμεν τῆς τε δόξης ταύτης καὶ τῆς ἐπὶ τὸν Πέρσην ἡγεμονίας ἠξιωμένους, οἳ καὶ τὸ ἐν Δελφοῖς ἱερὸν ἠλευθέρωσαν;

---

Aeschines, Κατά Κτησιφώντος, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg003.local001/.
