# Κατά Κτησιφώντος 184

Aeschines, Κατά Κτησιφώντος, Section 184. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-3/184

ὅτι δʼ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν ποιημάτων γνώσεσθε. ἐπιγέγραπται γὰρ ἐπὶ τῷ μὲν πρώτῳ τῶν Ἑρμῶν· ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς, λιμόν τʼ αἴθωνα κρατερόν τʼ ἐπάγοντες Ἄρηα πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην.υνκνοων ἐπὶ δὲ τῷ δευτέρῳ· ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν ἀντʼ εὐεργεσίης καὶ μεγάλης ἀρετῆς. μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει ἀμφὶ ξυνοῖσι πράγμασι μόχθον ἔχειν.υνκνοων

---

Aeschines, Κατά Κτησιφώντος, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg003.local001/.
