# Κατά Κτησιφώντος 205

Aeschines, Κατά Κτησιφώντος, Section 205. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-3/205

οὕτω δὴ καὶ τὸν Δημοσθένην ἀξιώσατε ἀπολογεῖσθαι, πρὸς τὸν τῶν ὑπευθύνων νόμον πρῶτον, τὸν περὶ τῶν κηρυγμάτων δεύτερον, τρίτον δὲ τὸ μέγιστον, ὡς οὐδὲ ἀνάξιός ἐστι τῆς δωρεᾶς. ἐὰν δʼ ὑμῶν δέηται συγχωρῆσαι αὑτῷ περὶ τῆς τάξεως τοῦ λόγου, κατεπαγγελλόμενος ὡς ἐπὶ τῇ τελευτῇ τῆς ἀπολογίας λύσει τὸ παράνομον, μὴ συγχωρεῖτε, μηδʼ ἀγνοεῖθʼ ὅτι πάλαισμα τοῦτʼ ἔστι δικαστηρίου· οὐ γὰρ εἰσαῦθίς ποτε βούλοιτʼ ἂν πρὸς τὸ παράνομον ἀπολογεῖσθαι, ἀλλʼ οὐδὲν ἔχων δίκαιον εἰπεῖν, ἑτέρων παρεμβολῇ πραγμάτων εἰς λήθην ὑμᾶς βούλεται τῆς κατηγορίας ἐμβαλεῖν.

---

Aeschines, Κατά Κτησιφώντος, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg003.local001/.
