# Κατά Κτησιφώντος 94

Aeschines, Κατά Κτησιφώντος, Section 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-3/94

Ψήφισμα οὔπω τοίνυν τοῦτʼ ἐστὶ δεινόν, εἰ καιροὶ τηλικοῦτοι πεπραμένοι τυγχάνουσιν καὶ συνεδρίαι καὶ συντάξεις, ἀλλὰ πολὺ τούτου δεινότερον φανήσεται ὃ μέλλω λέγειν. εἰς γὰρ τοῦτο προήχθη Καλλίας μὲν ὕβρεως καὶ πλεονεξίας, Δημοσθένης δέ, ὃν ἐπαινεῖ Κτησιφῶν, δωροδοκίας, ὥστε τὰς ἐξ Ὠρεοῦ συντάξεις καὶ τὰς ἐξ Ἐρετρίας, τὰ δέκα τάλαντα, ζώντων φρονούντων βλεπόντων ἔλαθον ὑμῶν ὑφελόμενοι, καὶ τοὺς ἐκ τῶν πόλεων τούτων συνέδρους παρʼ ὑμῶν μὲν ἀνέστησαν, πάλιν δὲ εἰς Χαλκίδα καὶ τὸ καλούμενον Εὐβοϊκὸν συνέδριον συνήγαγον. ὃν δὲ τρόπον καὶ διʼ οἵων κακουργημάτων, ταῦτʼ ἤδη ἄξιόν ἐστιν ἀκοῦσαι.

---

Aeschines, Κατά Κτησιφώντος, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg003.local001/.
