# Κατὰ Τιμάρχου 107

Aeschines, Κατὰ Τιμάρχου, Section 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-4/107

λογιστὴς γὰρ γενόμενος πλεῖστα μὲν τὴν πόλιν ἔβλαψε δῶρα λαμβάνων παρὰ τῶν μὴ δικαίως ἀρξάντων, μάλιστα δʼ ἐσυκοφάντησε τῶν ὑπευθύνων τοὺς μηδὲν ἠδικηκότας. ἦρξε δʼ ἐν Ἄνδρῳ πριάμενος τριάκοντα μνῶν τὴν ἀρχήν, δανεισάμενος ἐπʼ ἐννέα ὀβολοῖς τὴν μνᾶν, εὐπορίαν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ τοὺς συμμάχους τοὺς ὑμετέρους ποιούμενος· καὶ τοσαύτην ἀσέλγειαν ἐπεδείξατο εἰς ἐλευθέρων ἀνθρώπων γυναῖκας ἡλίκην οὐδεὶς πώποθʼ ἕτερος. ὧν οὐδένα ἐγὼ παρακαλῶ δεῦρο τὴν αὑτοῦ συμφοράν, ἣν εἵλετο σιγᾶν, εἰς πολλοὺς ἐκμαρτυρήσοντα, ἀλλʼ ὑμῖν τοῦτο καταλείπω σκοπεῖν.

---

Aeschines, Κατὰ Τιμάρχου, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg001.local001/.
