# Κατὰ Τιμάρχου 150

Aeschines, Κατὰ Τιμάρχου, Section 150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-4/150

ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις. ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος. τὴν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν. Hom. Il. 18.95-99

---

Aeschines, Κατὰ Τιμάρχου, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg001.local001/.
