# Κατὰ Τιμάρχου 34

Aeschines, Κατὰ Τιμάρχου, Section 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-4/34

ἔστι δʼ οὐδὲν ὄφελος, ὦ ἄνδρες Ἀθηναῖοι, ζητεῖν τοὺς τοιούτους ἀνθρώπους ἀπελαύνειν ἀπὸ τοῦ βήματος ταῖς κραυγαῖς· οὐ γὰρ αἰσχύνονται· ἀλλὰ τιμωρίαις τούτους ἀπεθίζειν χρή· μόνως γὰρ ἂν οὕτως ἀνεκτοὶ γένοιντο. ἀναγνώσεται οὖν ὑμῖν τοὺς νόμους τοὺς περὶ τῆς εὐκοσμίας κειμένους τῶν ῥητόρων. τὸν γὰρ περὶ τῆς προεδρίας τῶν φυλῶν νόμον Τίμαρχος οὑτοσὶ καὶ ἕτεροι τοιοῦτοι ῥήτορες συνελθόντες γεγραμμένοι εἰσὶ μὴ ἐπιτήδειον εἶναι, ἔνʼ ἐξῇ αὐτοῖς καὶ ζῆν καὶ λέγειν ὡς αὐτοὶ βούλονται.

---

Aeschines, Κατὰ Τιμάρχου, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg001.local001/.
