# Κατὰ Τιμάρχου 55

Aeschines, Κατὰ Τιμάρχου, Section 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text-4/55

καὶ τοιαῦτα ἁμαρτήματα καὶ τοιαύτας ὕβρεις ἐγὼ ἀκήκοα γεγονέναι ὑπὸ τοῦ ἀνθρώπου τούτου εἰς τὸ σῶμα τὸ Τιμάρχου, οἵας ἐγὼ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐκ ἂν τολμήσαιμι πρὸς ὑμᾶς εἰπεῖν· ἃ γὰρ οὑτοσὶ ἔργῳ πράττων οὐκ ᾐσχύνετο, ταῦτʼ ἐγὼ λόγῳ σαφῶς ἐν ὑμῖν εἰπὼν οὐκ ἂν δεξαίμην ζῆν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τούτους ἐν οἷς οὗτος ἦν παρὰ τῷ Πιτταλάκῳ, καταπλεῖ δεῦρο ἐξ Ἑλλησπόντου Ἡγήσανδρος, περὶ οὗ πάλαι εὖ οἶδʼ ὅτι θαυμάζετε διότι οὐ μέμνημαι· οὕτως ἐναργές ἐστιν ὃ ἐρῶ.

---

Aeschines, Κατὰ Τιμάρχου, ed. Charles Darwin Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg001.local001/.
