# De falsa legatione 104

Aeschines, De falsa legatione, Section 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschines/text/104
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschines/text/104
CTS URN: urn:cts:greekLit:tlg0026.tlg002:104

πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δʼ ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν ᾧ γέγραπται ʼπράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλʼ ὅ τι ἂν δύνωνται ἀγαθόν·ʼ ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. εἰ μὲν οὖν ἡγεῖτο ὁ δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτʼ ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι· νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν, ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν.

---

Aeschines, Περὶ τῆς παραπρεσβείας, ed. Charles Darwin Adams. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0026.tlg002.local001/.
