# Fragmenta 138.9-124.8

Aeschylus, Fragmenta, 138.9 to 124.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/138.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/138.9

μιξοβόαν πρέπει διθύραμβον ὀμαρτεῖν σύγκωμον Διονύσῳ. Plut. de EI Delphico c. 9 p. 389 A: ᾄδουσι τῷ μὲν (Baccho) διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς, πλάνην τινὰ καὶ διαφόρησιν ἐχούσης· μιξοβόαν γάρ, Αἰσχύλος φησί, ‘πρέπει — Διονύσῳ’· τῷ δὲ (Apollini) παιᾶνα. v. 3 σύγκοινον libri, σύγκωμον Tyrwhitt in Toup. Emend. vol. 4 p. 426. 303 μὴ παρασπιστὴς ἐμοὶ μηδ’ ἐγγὺς εἴη Aristid. vol. 2 p. 379: μὴ μὲν οὖν ἔμοιγε κατ’ Αἰσχύλον μήτε παρασπιστὴς μήτ’ ἐγγὺς εἴη ὅστις μὴ φίλος τῷ ἀνδρὶ τούτῳ μηδὲ τιμᾷ τὰ πρέποντα. Aeschylea verba agnovit Hermann. τοῦτον δ’ ἐπόπτην ἕπομαι τῶν αὑτοῦ κακῶν πεποικίλωκε κἀποδηλώσας ἔχει θρασὺν πετραῖον ὄρνιν ἐν παντευχίᾳ· ὃς ἤρι μὲν φανέντι διαπαλεῖ πτερὸν κίρκου λεπάργου· δύο γὰρ οὖν μορφὰς φανεῖ· παιδός τε χαύτου νηδύος μιᾶς ἄπο· νέας δ’ ὀπώρας ἡνίκ’ ἂν ξανθῇ στάχυς, στικτή νῦν αὖθις ἀμφινωμήσει πτέρυξ. ἀεὶ δὲ μίσει τῶνδ’ ἅπ’ ἄλλον εἰς τόπον δρυμοὺς ἐρήμους καὶ πάγους ἀποικιεῖ. τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται. Aristot. Rhet. 2, 10 p. 1388 a 7: τοῖς γὰρ ἐγγὺς καὶ χρόνῳ καὶ τόπῳ καὶ ἡλικίᾳ καὶ δόξῃ φθονοῦσιν. ‘ὅθεν εἴρηται ‘τὸ—ἐπίσταται‘. ubi Schol. fol. 37 b 28: τοῦ Αἰσχύλου τοῦ ποιητοῦ ἐστὶ ‘τὸ—ἐπίσταται‘. διαβρέχεις τἀρτύματα Ath. II p. 67 F: ‘ὅτι ἀρτύματα εὕρηται—παρ’ Αἰσχύλῳ ‘διαβρέχεις τἀρτύματα‘. πόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. - Αἰσχύλος 〈βοᾷς - ὤν〉. βοᾷς] Θόας coni. Valekenaer, ὁρᾷς Conington. φρὴν ἀγέλαστος θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον Anecd. Bekk. p. 349, 7: ἀηδόνειος θρῆνος. Αἰσχύλος 〈θρηνεῖ - ἀηδόνειον〉. ἀηδόνειον] ἀηδόνιον Blomfield. Hesychius 1 p. 60: ἀηδόνιον (ἀηδόνειος M. Schmidt)· ἐπὶ μὲν ὕπνου τὸ ἐλάχιστον, ἐπὶ δὲ λύπης τὸ σφοδρότατον. ἀκνίσωτος οἶκος Anecd. Bekk. p. 368, 29: ἀκνίσωτος οἶκος· ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος. ἄκουε τὰς ἐμὰς ἐπιστολάς Anecd. Bekk. p. 372, 8: ἄκουε τὰς ἐμὰς ἐπιστολάς· ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. οὕτως Αἰσχύλος. Similiter ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν Cratinus Com. 2 p. 231.

---

Aeschylus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000122.
