# Fragmenta 144.1-11

Aeschylus, Fragmenta, 144.1 to 144.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/144.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/144.1

οὐδὲ ἐν — ἀλλ’ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ἐπ’ ἀσπίδων ἐπόντας γρυπαίετους χαλκηλάτους. ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, ποία ξυνωρὶς τῆσδε καρτερωτέρα; πάτερ Θέοινε, μαινάδων ξενκτήριε Θέοινος ὁ αὐτός (sc. Bacchus), ὡς Αἰσχύλος ‘πάτερ — ξενκτήριε’. eadem fere Tzetzes in Lycophr. 1247. cf. Harpocr. v. Θεοίνια p. 95, 12: τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν α’ Συναγωγῶν. Hesych. 2 p. 307: Θεοίνια· θυσία Διονύσου Ἀθήνησι. καὶ θεὸς Θέοινος Διόνυσος. Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ λέγει δὲ μητέρα τελείαν τὴν Ἥραν καὶ Αἰσχύλος ‘Ἥρα — δάμαρ’. ἐναγώνιε Μαίας καὶ Διὸς Ἑρμᾶ οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμφορά. Αἰσχύλος ‘οἵ τε — ἐρείσματα’. Αἰσχύλος ‘οἵ τοι — ἰάματα’. οἵ τε] oi γὰρ

---

Aeschylus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000122.
