# Fragmenta 154.5-145.8

Aeschylus, Fragmenta, 154.5 to 145.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/154.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/154.5

σχελίδες Schol. Ar. Eq. 362: σχελίδας· βοὸς πλευρά· ἢ ἁπλῶς τὰ πλευρικὰ τῶν βοῶν (τῶν κρεῶν Suid. v. σχελίδες), ὡς Αἰσχύλος. τραγέλαφος Ar. Ran. 937: ΑΙΣΧ. σὺ δ’ ὦ θεοῖσιν ἐχθρέ, ποῖ’ ἅτ’ ἐστὶν ἅτ’ ἐποίεις; ETP. οὐχ ἱππαλεκτρύνας (cf. supra fr. 134) μὰ Δί’ οὐδὲ τραγελάφους, ἅπερ σύ, ἂν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν. τρισσόζωος μάντις μυχθίζειν ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις τὴν πόλιν καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις. ubi Schol.: Αἰδύμος φησὶ παρὰ τῷ Αἰσχύλῳ· ἔστι δὲ ὄντως παρὰ Ἀρχιλόχῳ ‘ψυχὰς — ἀγκάλαισ’. cf. Aristaeas ap. Longin. de subl. c. 10, 4: ὄμματ’ ἐν ἄστροισιν, ψυχὴν δ’ ἐν πόντῳ ἔχουσιν. Oppian. Hal. 1, 42: θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες. Κύπρον Πάφον τ’ ἔχουσα πάντα κλῆρον χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον ἑαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶδα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμῇ, ποτὲ δ’ ὕδωρ, ποτὲ γνόφος· λαμπραῖσιν ἀστραπαῖσι λαμπάδων σθένει Schol. Soph. Oed. C. 1047: τὰ περὶ Ἐλευσῖνα τέλη φησί, καὶ εἴη λαμπάσιν ἀκταῖς ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ δᾳδουχουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴδων, περὶ ὧν Αἰσχύλος φησίν ‘λαμπραῖσιν — σθένει‘. ἀστραπαῖσιν codex L. λαμπάδων] καὶ δᾴδων nescio quis. σθένει] φλέγει coni. Herwerden Exerc. crit. p. 5. ἔφριξ‘ ἔρως δὲ τοῦδε μυστικοῦ τέλους δέσπον‘ Ἑκάτη τῶν βασιλείων πρόδομος μελάθρων Schol. Theocr. 2, 36: ἑδρύοντο δὲ αὐτὴν (sc. τὴν Ἑκάτην) καὶ πρὸ τῶν θνρῶν, ὡς φησὶν Αἰσχύλος ‘δέσπον‘ — μελάθρων‘. πρόδρομος libri fere omnes. cf. Aristid. vol. 1 p. 27: ἀλλ’ ὦ τῶν βασιλείων πρόδρομος μελάθρων, Αἰσχύλῳ χορὸς ᾖσε, τῶν τε οὐρανίων καὶ πατρῴων καὶ τῶν ἐν τῇ ἡμετέρᾳ μεγίστων. κοινὸν τύχη, γνώμη δὲ τῶν κεκτημένων. ὁ χρήσιμ‘ εἰδώς, οὐχ ὁ πόλλ‘ εἰδὼς σοφός. πᾶσα γὰρ Τροία δέδορκεν Ἕκτορος τύχης διαί.

---

Aeschylus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000122.
