# Fragmenta 157.1-138.2

Aeschylus, Fragmenta, 157.1 to 138.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/157.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/157.1

οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν, ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. καλῶς τεθνάναι κάλλιον ἂν μᾶλλον ἢ σεσῶσθαι. Thomas Mag. p. 238, 8: οὐ λογογράφων τὸ λέγειν ‘μᾶλλον πλουσιώτερος‘ καὶ ‘μᾶλλον ἀνδρειότερος‘ — ποιηταὶ δὲ ὥσπερ καὶ ἕτερ’ ἄττα καινοτομοῦσι, καὶ τοῦτο ἔστιν ὅτε ποιοῦσιν. Αἰσχύλος ἐν τοῖς ‘ἑπτὰ ἐπὶ Θήβαις‘ ‘καλῶς — σεσῶσθαι‘. μᾶλλον ἐνδικώτερος dixit Aesch. Sept. 673. verba supra apposita cuius scriptoris sint nescimus. οὐκέτ’ ἀκταίνω Phryn. Bekk. p. 23, 12: ἀκταινῶσαι — Αἰσχύλος ‘οὐκέτ’ ἀκταίνω‘ φησί, βαρυτόνως, οἷον οὐκέτι ὀρθοῦν δύναμαι ἐμαυτήν. Ruhnken respici suspicatus est Eum. 36: ὡς μήτε σωκεῖν μήτε μ’ ἀκταίνειν βάσιν. Zenob. 5, 85: Σαρδόνιος γέλως· Αἰσχύλος ἐν τοῖς περὶ παροιμιῶν περὶ τούτου φησὶν οὕτως· οἱ τὴν Σαρδὼ κατοικοῦντες, Καρχηδονίων ὄντες ἄποικοι, τοὺς ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονότας τῷ Κρόνῳ ἔθνον κτί. in archetypo Zenobiano fuisse Σαρδόνιος γέλως· 〈μέμνηται ταύτης〉 Αἰσχύλος ἐν τοῖς 〈..... Δήμων δὲ ἐν τοῖς〉 ἐροῦμεν ὅτι νῦν ἦλθ’ ἐπὶ στόμα; Plut. Amator. c. 18 p. 763 B: ὦ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον, οὐδὲ νῦν, ἐπεί γ’ οὖν ἦλθεν ἐπὶ τὸ στόμα, κατ’ Αἰσχύλον, ἄρρητον ἐάσειν μοι δοκῶ. Themistius Orat. IV p. 52 B: ἐπειδὴ κατ’ Αἰσχύλον νῦν ἦλθεν ἐπὶ στόμα. pro νῦν scripsi νυν. θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον. Plut. de audiendis poetis c. 14 p. 36 B: ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου ‘θάρσει — χρόνον’, ὅτι τοῦτό ἐστι τὸ παρ’ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν. ἄκρον] τἄκρον Burges in Aesch. Eum. 79, ubi hunc versum inseruit.

---

Aeschylus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000122.
