# Fragmenta 93.11-99.2

Aeschylus, Fragmenta, 93.11 to 99.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/93.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/93.11

ΙΗΝΕΛΟΙΗ ἐγὼ γένος μὲν εἰμὶ Κρὴς ἀρχέστατον ΠΟΛΥΔΕΚΤΗΣ ΠΡΟΜΗΘΗΣ πολλοῖς γάρ ἐστι κέρδος ἡ σιγὴ βροτῶν. φοινικόπεδόν τ’ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης, χαλκοκέραννόν τε παρ’ Ὠκεανῷ λίμναν παντοτρόφον Αἰθιόπων, ἵν’ ὁ παντόπας Ἥλιος αἰεὶ χρῶτ’ ἀθάνατον κάματόν θ’ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει. ἔπειτα δ’ ἥξεις δῆμον ἐνδικώτατον ἁπάντων καὶ φιλοξενώτατον, Γαβίους, ἵν’ οὔτ’ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλ’ ἄρουραν, ἀλλ’ αὐτόσποροι γύαι φέρουσι βίοτον· ἄφθονον βροτοῖς. Schol. Apoll. Rhod. 4, 284: τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥηταίων ὀρῶν. οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλῳ ἐν λυομένῳ Προμηθεῖ λέγοντι τοῦτο. non recte Schol. Dionys. Per. 10 de Ταναί: Αἰσχύλος δὲ ἐν Προμηθεῖ λυομένῳ καὶ Σοφοκλῆς ἐν Σκύθαις ὑπὸ τούτου διορίζεσθαι φησὶ τὰς ἠπείρους. ἀλλ’ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι Strab. VII p. 301: καὶ Αἰσχύλος δ’ ἐμφαίνει συνηγορῶν τῷ ποιητῇ φήσας περὶ τῶν Σκυθῶν ‘ἀλλ’ — Σκύθαι‘. cf. Hesych. v. Ἱππάκη vol. 2 p. 364. ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν· ἔνθ’ οὐ μάχης, σάφ’ οἶδα, καὶ θοῦρός περ ὢν μέμψῃ· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθ’· ἑλέσθαι δ’ οὔτιν’ ἐκ γαίας λίθον ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός. ἰδὼν δ’ ἀμηχανοῦντά σ’ ὁ Ζεὺς οἰκτιρεῖ, νεφέλην δ’ ὑποσχὼν νιφάδι γογγύλων πέτρων ὑπόσκιον θήσει χθόν’, οἷς ἔπειτα σὺ βαλὼν διώσεις ῥᾳδίως Λίγνυ στρατόν. Strab. IV p. 183: μεταξὺ γὰρ τῆς Μασσαλίας καὶ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ πεδίον ἔστι τῆς θαλάσσης διέχον εἰς ἑκατὸν σταδίους, ἀγρεὺς δ’ Ἀπόλλων ὀρθὸν εὐθύνοι βέλος Plut. Amator. c. 14 p. 757 E: ὁ δὲ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, ‘ἀγρεὺς — βέλοσ’. ἰθύνοι libri, εὐθύνοι scripsi Mélanges Gréco‐ Rom. V p. 172. fortasse huc spectat Hesych. 1 p. 31: ἀγρεύς· ὁ Πὰν (an Ἀπόλλων?) παρὰ Ἀθηναίοις, ὡς Ἀπολλόδωρος.

---

Aeschylus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000122.
