# Εὐμενίδες 1.48-94

Aeschylus, Εὐμενίδες, Episode 1, lines 1.48-1.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3/1.48

οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας
οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος
τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.
τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,
μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς
βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·
καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.
ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·
ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας—
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

---

Aeschylus, Εὐμενίδες, ed. Herbert Weir Smyth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg007.local002/.
