# Εὐμενίδες 8.1-2

Aeschylus, Εὐμενίδες, Choral 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3/8.1-2

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ
μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
λειχὴν ἄφυλλος, ἄτεκνος,
ἰὼ δίκα, πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω· τί ῥέξω;
γελῶμαι πολίταις·
δύσοισθʼ ἅπαθον.
ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.
οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν
θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,
ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ
γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί,
καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς
κοίμα κελαινοῦ κύματος πικρὸν μένος
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνια
θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.

---

Aeschylus, Εὐμενίδες, ed. Herbert Weir Smyth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg007.local002/.
