# Persians 10

Aeschylus, Persians, Choral 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-4/10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-4/10
CTS URN: urn:cts:greekLit:tlg0085.tlg002:10

ἦ ῥ᾽ ἀίει μου μακαρίτας
ἰσοδαίμων βασιλεὺς
βάρβαρ᾽ σαφηνῆ
ἱέντος τὰ παναίολ᾽ αἰ-
ανῆ δύσθροα βάγματ᾽, ἢ
παντάλαν᾽ ἄχη διαμβοάσω;
νέρθεν ἆρα κλύει μου;
ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι
χθονίων ἁγεμόνες
δαίμονα μεγαυχῆ
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων,
Περσᾶν Σουσιγενῆ θεόν:
πέμπετε δ᾽ ἄνω <τὸν> οἷον οὔπω
Περσὶς αἶ᾽ ἐκάλυψεν.
ἦ φίλος ἁνήρ, [ἦ] φίλος ὄχθος:
φίλα γὰρ κέκευθεν ἤθη.
Ἀιδωνεὺς δ᾽ ἀναπομπ-
ὸς ἀνείης, Ἀιδωνεύς,
θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.
οὐδὲ γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ᾽ ἐκικλή-
σκετο Πέρσαις, θεομήστωρ δ᾽
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
βαλήν, ἀρχαῖος βαλήν,
ἴθι, ἱκοῦ:
ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμβον ὄχθου,
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιάρας
φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
ὅπως αἰανῆ κλύῃς
νέα τ᾽ ἄχη,
δέσποτα δεσποτᾶν φάνηθι.
Στυγία γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται:
νεολαία γὰρ ἤδη
κατὰ πᾶσ᾽ ὄλωλεν.
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
αἰαῖ αἰαῖ:
ὦ πολύκλαυτε φίλοισι θανών,
†τί τάδε δυνάτα δυνάτα
περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια; †
πᾶσαι <γὰρ> γᾷ τᾷδ᾽ ἐξ-
έφθινται τρίσκαλμοι
νᾶες ἄναες ἄναες.

---

Aeschylus, Πέρσαι, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg002.local001/.
