Ancient Greek · ~8 min
Choral 4, lines 4.1-4.12
Aeschylus, Πέρσαι 4.1-12
Not analysed yet
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη
βασίλειος στρατὸς εἰς ἀν-
τίπορον γείτονα χώραν,
λινοδέσμῳ σχεδίᾳ πορ-
θμὸν ἀμείψας
Ἀθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων
ἐπὶ πᾶσαν χθόνα ποιμα-
νόριον θεῖον ἐλαύνει
διχόθεν, πεζονόμον τ᾽ ἔκ
τε θαλάσσας,
ἐχυροῖσι πεποιθὼς
στυφελοῖς ἐφέταις, χρυ-
σογόνου γενεᾶς ἰσόθεος φώς.
κυανοῦν δ᾽ ὄμμασι λεύσσων
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτας,
Σύριόν θ᾽ ἅρμα διώκων,
ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον Ἄρη.
δόκιμος δ᾽ οὔτις ὑποστὰς
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
ἄμαχον κῦμα θαλάσσας:
ἀπρόσοιστος γὰρ ὁ Περσᾶν
στρατὸς ἀλκίφρων τε λαός.
δολόμητιν δ᾽ ἀπάταν θεοῦ
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πήδη-
μα τόδ᾽ εὐπετῶς ἀνᾴσσων;
φιλόφρων γὰρ παρασαίνει
βροτὸν εἰς ἄρκυας Ἄτα,
τόθεν οὐκ ἔστιν ὕπερθέν
νιν ἄνατον ἐξαλύξαι.
θεόθεν γὰρ κατὰ Μοῖρ᾽
ἐκράτησεν τὸ παλαι-
όν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους
πόλεών τ᾽ ἀναστάσεις.
ἔμαθον δ᾽ εὐρυπόροι-
ο θαλάσσας πολιαι-
νομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
σμασι λα-
οπόροις τε μαχαναῖς.
ταῦτά μοι μελαγχίτων
φρὴν ἀμύσσεται φόβῳ,
ὀᾶ, Περσικοῦ στρατεύματος
τοῦδε, μὴ πόλις πύθη-
ται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος,
καὶ τὸ Κισσίων πόλισμ᾽
ἀντίδουπον ᾄσεται,
ὀᾶ, τοῦτ᾽ ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς.
πᾶς γὰρ ἱππηλάτας
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὣς ἐκλέλοιπεν μελισ-
σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.
λέκτρα δ᾽ ἀνδρῶν πόθῳ
πίμπλαται δακρύμασιν:
Περσίδες δ᾽ ἁβροπενθεῖς ἑκά-
στα πόθῳ φιλάνορι
τὸν αἰχμάεντα θοῦρον εὐνα-
τῆρ᾽ ἀποπεμψαμένα
λείπεται μονόζυξ.
ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής,
τὸ πατρωνύμιον γένος ἡμέτερον:
πότερον τόξου ῥῦμα τὸ νικῶν,
ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ᾽ ἐμή, προσπίτνω:
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.