Ancient Greek
Episode 5
Aeschylus, Πέρσαι 5.3
Not analysed yet
οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,
τὰ δ᾽ ἀγάθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
γῇ τε καὶ φθιτοῖς χέασθαι: πρευμενῶς δ᾽ αἰτοῦ τάδε,
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾽ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχ᾽ ἀμαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρῄνεσα:
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά: ταῦτα δ᾽, ὡς ἐφίεσαι,
πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,
εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνο δ᾽ ἐκμαθεῖν θέλω,
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χερῶν αὐτοῖς πρέπει;
οὐδαμῶς: ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι.
ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσει πάντα ναμερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
ὦ Περσὶς αἶα καὶ μέγας πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά:
ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι: στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.