# Persians 6

Aeschylus, Persians, Choral 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-4/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-4/6
CTS URN: urn:cts:greekLit:tlg0085.tlg002:6

ἄνι᾽ ἄνια κακὰ
νεόκοτα καὶ δάι᾽. αἰαῖ,
διαίνεσθε, Πέρσαι,
τόδ᾽ ἄχος κλύοντες.
ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα:
αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.
ἦ μακροβίοτος
ὅδε γέ τις αἰὼν ἐφάνθη
γεραιοῖς, ἀκούειν
τόδε πῆμ᾽ ἄελπτον.
καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.
ὀτοτοτοῖ, μάταν
τὰ πολέα βέλεα παμμιγῆ
γᾶσδ᾽ ἀπ᾽ Ἀσίδος ἦλθεν αἴας
δᾴαν Ἑλλάδα χώραν.
πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
ὀτοτοτοῖ, φίλων
ἁλίδονα μέλεα πολυβαφῆ
κατθανόντα λέγεις φέρεσθαι
†πλαγκτοῖς ἐν διπλάκεσσιν.
οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς
ἴυζ᾽ ἄποτμον Πέρσαις
δυσαιανῆ βοὰν
δᾴος, ὡς πάντα παγκάκως
ἤνυσαν, αἰαῖ, στρατοῦ φθαρέντος.
ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν:
φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
στυγναί γ᾽ Ἀθᾶναι δᾴοις:
μεμνῆσθαί τοι πάρα
ὡς πολλὰς Περσίδων μάταν
εὔνιδας ἔκτισσαν ἠδ᾽ ἀνάνδρους.

---

Aeschylus, Πέρσαι, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg002.local001/.
