Ancient Greek · ~1 min
Episode 7
Aeschylus, Πέρσαι 7.1
Not analysed yet
ὦ Ζεῦ βασιλεῦ, νῦν <μὲν> Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας:
πολλαὶ δ᾽ ἀταλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέοις δάκρυσι κόλπους
τέγγουσ᾽, ἄλγους μετέχουσαι.
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.