Ancient Greek · ~7 min
Episode 10, lines 10.1.739-10.1.781
Aeschylus, Προμηθεὺς Δεσμώτης 10.1.739-781
Not analysed yet
πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
εἶναι δόκει σοὶ μηδέπω ᾽ν προοιμίοις.
ἰώ μοί μοι, ἐή.
σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζει: τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον:
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή:
νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
ἥδοι᾽ ἄν, οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ.
θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
τίς οὖν ὁ λύσων σ᾽ ἐστὶν ἄκοντος Διός;
τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων εἶναι χρεών.
πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
καὶ μηδὲ σαυτῆς γ᾽ ἐκμαθεῖν ζήτει πόνους.
μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
δίδωμ᾽: ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.