# Prometheus Bound 11

Aeschylus, Prometheus Bound, Choral 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-5/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-5/11
CTS URN: urn:cts:greekLit:tlg0085.tlg003:11

ἦ σοφὸς ἦ σοφὸς [ἦν] ὃς
πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
σᾳ διεμυθολόγησεν,
ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
μήτε τῶν γέννᾳ μεγαλυνομένων
ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
μήποτε μήποτέ μ᾽, ὦ
<πότνιαι> Μοῖραι, λεχέων Διὸς εὐνά-
τειραν ἴδοισθε πέλουσαν:
μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν
δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
ἄφοβος: [οὐ δέδια:]: μηδὲ κρεισσόνων θεῶν
[ἔρως] ἄφυκτον ὄμμα προσδράκοι με.
ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος:
οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν: τὰν Διὸς γὰρ οὐχ ὁρῶ
μῆτιν ὅπα φύγοιμ᾽ ἄν.

---

Aeschylus, Προμηθεὺς Δεσμώτης, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg003.local001/.
