# Προμηθεὺς Δεσμώτης 9.1

Aeschylus, Προμηθεὺς Δεσμώτης, Choral 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-5/9.1

ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
ἀχέτας ὑπνοδόταν νόμον: ἰὼ ἰὼ πόποι,
ποῖ μ᾽ ἄγουσ᾽ <ὦ πόποι> τηλέπλανοι πλάναι;
τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε
ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
πημοσύναις, ἐή,
οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
παράκοπον ὧδε τείρεις;
πυρί <με> φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.

---

Aeschylus, Προμηθεὺς Δεσμώτης, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg003.local001/.
