Ancient Greek · ~6 min
Choral 8
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 8.2
Not analysed yet
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομένᾳ φρενί, τώς νιν
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ.
ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν:
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόνον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον:
φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις,
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων
θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων:
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
τοιάδε μέντοι προσφίλεια δαιμόνων.
πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ:
εἰκὸς δὲ πρᾶξαι κἄνδρας ὧδ᾽ ἀντιστάτας:
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.